Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2949.tlg001.1st1K-grc1
Acta Barnabae, Περίοδοι καὶ μαρτύριον τοῦ ἁγίου Βαρνάβα τοῦ ἀποστόλου 1.26
Not analysed yet
Ἐλθόντες δὲ ἐπὶ τὸν αἰγιαλὸν εὕρομεν πλοῖον Aἰγύπτιον, καὶ ἀνελθόντες εἰς αὐτὸ κατήχθημεν ἐν Ἀλεξανδρείᾳ. κἀκεῖ ἔμεινα ἐγὼ διδάσκων τοὺς ἐρχομένους ἀδελφοὺς τὸν λόγον τοῦ κυρίου, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην παρὰ τῶν ἀποστόλων τοῦ Χριστοῦ, τῶν καὶ βαπτισάντων με εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, τῶν καὶ μετονομασάντων με Μᾶρκον ἐν τῷ ὕδατι τοῦ βαπτίσματος, ἐν ᾡ καὶ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ θεοῦ διὰ τῆς χάριτος αὐτοῦ· ὅτι αὐτῷ πρέπει τιμὴ καὶ δόξα αἰώνιος ἀμήν.