Ancient Greek
Chapter 16
Acta Joannis, Acta Joannis (recenscio) 16
Not analysed yet
16 Eἶτα ἐκεῖθεν ἀναστὰς ἐπορεύετο πρὸς τὴν τῶν Ἐφεσίων πόλιν. πορευομένου δὲ αὐτοῦ εἰσῆλθε καὶ ἐν τῇ τῶν Μιλησίων πόλει· καὶ πολλὰς θαυματουργίας κἀκεῖσε ἐπιτελέσας τῇ τοῦ ἁγίου πνεύματος χάριτι πολλοὺς καὶ τῶν ἐκεῖσε μαθητὰς τοῦ Χριστοῦ καὶ οὐρανοπολίτας εἰργάσατο. τινὲς δὲ τῶν ἐθελοκακούργων ἀναστάντες καὶ πολλοὺς πειρασμοὺς τῷ ἀποστολῳ προσενέγκαντες, ἔτι μὴν καὶ δηλητήριον θανάτου ποτίσαντες αὐτόν, οὐδὲν ἴσχυσαν κατʼ αὐτοῦ· αὐτὸς γὰρ παραυτὰ ἐξεμέσας τὸ φάρμακον ἔμεινεν ἀβλαβής, καὶ λοπὸν ὥδευε τὴν ὀδὸν αὐτοῦ χαίρων.