Ancient Greek
Chapter 48
Acta Joannis, Acta Joannis (recenscio) 48
Not analysed yet
48 Μετὰ οὖν ἡμέρας τινὰς κατὰ θείαν ἀποκάλυψιν ἐξῆλθεν ὁ Ἰωάννης ἔν τινι κώμῃ εἰς ἐπίσκεψιν τῶν ἀδελφῶν. καὶ ἦν ἐκεῖ τις νεανίας χωρικός, νουθετούμενος πολλάκις παρὰ τοῦ ἰδίου πατρὸς ἵνα μὴ λάβῃ τοῦ συνεργοῦ τὴν γυναῖκα· φθόνῳ δὲ διαβόλῳ κινηθείς, μὴ φέρων ὁ παῖς τὴν τοῦ πατρὸς νουθεσίαν, λακτίσας αὐτὸν ἄφνω ἔθηκεν ἐπὶ τὴν γῆν νεκρόν. τοῦτον οὖν ὁ Ἰωάννης ἰδὼν εἶπεν· Ὦ κύριε, σήμερον ἕνεκεν τούτου με ἐκάλεσας ἐνθάδε;