Ancient Greek
Chapter 54
Acta Joannis, Acta Joannis (recenscio) 54
Not analysed yet
54 Ταῦτα ἀκούσας ὁ Ἰωάννης καὶ λυπηθεὶς εἶπεν πρὸς αὐτόν· Ταλαίπωρε, ὁ ὑποβάλας σε τὸν πατέρα σου φονεῦσαι δαίμων, αὐτός σε ὑπέβαλεν καὶ τοῦτο ποιῆσαι. ἔδει γάρ σε οὐχὶ τοὺς τόπους αὐτῶν ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν ἐκ τῆς ψυχῆς σου· οὐ γὰρ τὰ ὄργανά εἰσιν βλαπτικά, ἀλλʼ ὁ νοῦς ὁ συγκαταβαίνων τῇ ἁμαρτίᾳ. μετανόησον οὖν ἄθλιε ἐπὶ τῇ παρανόμῳ τόλμῃ ᾗ ἐποίησας. Ὁ δὲ παῖς στένων καὶ τρέμων παρεκάλει τὸν τοῦ Χριστοῦ ἀπόστολον συγγνώμην λαβὼν τῶν ἡμαρτημένων. ὃν λαβὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰσήγαγεν ἐν τῇ πόλει· καὶ κατηχήσας καὶ βαπτίσας αὐτῷ ἅμα τοῦ πατρὸς αὐτοῦ προσήγαγεν τῇ ἐκκλησίᾳ· καὶ ἦν ὁ παῖς μεθ᾿ ἡμῶν πάντοτε ὑπηρετῶν, ὥστε πάντας θαυμάζει καὶ δοξάζειν τὸν θεόν.