Ancient Greek
Chapter 6
Acta Joannis, Acta Joannis (recenscio) 6
Not analysed yet
6 Αὐτίκα γοῦν λαβόντες οἱ στρατιῶται τὸν Ἰωάννην, κἀμὲ ἐπιτρέψαντες ἀκολουθεῖν, ἐπορεύθημεν μετὰ σπουδῆς. καὶ ἀνύσαντες ὁδὸν ἡμερῶν ἑπτὰ οὐθενὸς βρώματος μετέλαβεν ὁ Ἰωάννης. ὁρῶντες δὲ αὐτὸν οἱ στρατιῶται ἄσιτον διαμένοντα, ἔσχαλον δεδοικότες μή πως ἐκ τῆς πολλῆς ἀσιτίας ἀτονύσας τῆς ζωῆς ἀφαιρεθῇ καὶ τούτοις οἴκτιστον θάνατον ὑπὸ τοῦ βασιλέως ἐπάξῃ, ἐδεξιοῦντο αὐτὸν προσκυλινδούμενοι τοῖς τούτου ποσὶ βρώσεως μεταλαβεῖν. ὁ δὲ θεολόγος θέλων αὐτοὺς θεραπεῦσαι, λαβὼν ἐκ τῶν φοινίκων ὧν εἶχε δεδεμένων ἐν τῷ παλλίῳ αὐτοῦ ἔφαγεν ἔμπροσθεν αὐτῶν. οἱ οὖν στρατιῶται ἰδόντες αὐτὸν βρώσεαως μεταλαβόντα εὐθυμήσαντες σπουδαῖοι τὴν πορείαν πρὸς τὴν Ῥώμην ἐποιοῦντο.