Ancient Greek · ~2 min
Chapter 12
Acta Joannis, Acta Joannis 12
Not analysed yet
12 Δοξαζόντων δὲ τὸν θεὸν πάντων καὶ θαυμαζόντων τὴν τοῦ Ἰωάννου πίστιν, ἔφη αὐτῷ ὁ Δομετιανός· Δόγμα τῆς συγκλήτου ἐξέθηκα πάντας τοὺς τοιούτους ἀναπολογήτους ἀπάγεσθαι· ἀλλʼ ἐπειδὴ διὰ σοῦ εὑρίσκω αὐτοὺς ἀθφῴους καὶ μᾶλλον ἐπωφελῆ εἶναι αὐτῶν τὴν θεοσέβειαν, ἐξορίζω σε εἰς νῆσον, ἵνα μὴ δόξω ἐγὼ αὐτὸς καταλύειν τὰ ἐμαυτοῦ δόγματα. Τὸν μὲν οὖν κατάκριτον ᾐτήσατο ἀπολυθῆναι, καὶ ἀπολυθέντος αὐτοῦ εἶπεν ὁ Ἰωάννης· Ὕπαγε, χάριο ἔχε τῷ θεῷ τῷ σύμερόν σε ἐκ φυλακῆς καὶ ἐκ θανάτου λυτρωσαμένῳ.