Ancient Greek · ~4 min
Chapter 22
Acta Joannis, Acta Joannis 22
Not analysed yet
22 Καὶ δὴ τοῦ Ἰωάννου ἐκβοῶντος ἡ Ἐφεσίων πόλις συνέδραμεν εἰς τὸν οἶκον Λυκομήδους ὡς τετελευτηκότος. ὁ δὲ Ἰωάννης ἰδὼν τὸν πολὺν ὄχλον τὸν ἐληλυθότα εἶπε πρὸς κύριον· Νῦν καιρὸς ἀναψύξεως καὶ παρρησίας τῆς πρὸς σὲ Χριστέ. νῦν καιρὸς κάμνουσιν ἡμῖν τῆς ἐκ σοῦ βοηθείας ἰατρὲ δωρεὰν ἰωμένῳ. ἀκαταγέλαστόν μου τὴν ἐνταῦθα εἴσοδον διαφύλαξον. δέομαί σου Ἰησοῦ, ἐπαμύνω πλήθει τοσούτῳ ἐλθεῖν ἐπὶ σὲ τὸν τῶν ὅλων δεσπότην. ἴδε τὴν θλῖψιν, ἴθε τοὺς κατακειμένους. σὺ κατάρτισον καὶ ἀπὸ τῶν ἐντεῦθεν συνεληλυθότων σκεύη ἅγια εἰς ὑπηρεσίαν τὴν σὴν θεασαμένων τὴν δωρεάν σου. αὐτὸς γὰρ εἶπας Χριστέ· Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. Αἰτούμεθα οὖν σε βασιλεῦ οὐ χρυσόν, οὐκ ἄργυρον, οὐχ ὕπαρξιν, οὐ κτῆσιν, οὐδὲ τι τῶν ἐπὶ γῆς ὄντων ἀπολλυμένων, ἀλλὰ ψυχὰς δύο δἰ ὧν ἐπιστρέφειν μέλλοντας ἐπὶ τὴν σὴν ὁδόν, ἐπὶ τὴν σὴν μάθησιν, ἐπὶ τὴν σὴν παρρησίαν, ἐπὶ τὴν ἄριστόν σου ἐπαγγελίαν· καταμαθόντες γὰρ τὴν δυναστείαν σου διὰ τοῦ ἐγηγέρθαι τοὺς ἀποψύξαντας σωθήσονταί τινες αὐτῶν. παράσχου οὖν καὶ αὐτὸς ἐλπίδα ἐπὶ σέ. πρόσειμι τοίνυν τῇ Κλεοπάτρᾳ λέγων· Ἀνάστηθι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ.