Ancient Greek · ~2 min
Chapter 31
Acta Joannis, Acta Joannis 31
Not analysed yet
31 Τοῦ δὲ παντὸς ὄχλου συνελθόντος πρὸς τὸν Λυκομήδην τοῦ Ἰωάννου ἕνεκα ἀπετάξατο πᾶσι λέγων· Αὔριον γίνεσθε ἐν τῷ θεάτρῳ ὁπόσοι βούλεσθε τὴν τοῦ θεοῦ δύναμιν. Οἱ δὲ ὄχλοι τῇ ἐπαύριον ἐκ νύκτωρ ἦλθον εἰς τὸ θέατρον· ὡς καὶ τὸν ἀνθύπατον γνόντα σπεῦσαι καὶ συγκαθίσαι τῷ παντὶ ὄχλῳ. Ἀνδρόνικος δέ τις στρατηγός, πρῶτος ὢν τῶν Ἐφεσίων κατʼ ἐκεῖνο καιροῦ, ἐφήμιζεν ἀδύνατα καὶ ἄπιστα τῷ Ἰωάννῃ ὑπεσχνεῖσθαι· Εἰ δέ τι τοιοῦτον ὁποῖον ἀκούω, ἔλεγεν, ἔχειν, τὸ δημόσιον θέατρον ἀνεῳγὸς εἰσιέτω γυμνός, μηδὲν ἐπὶ τῶν χειρῶν αὐτοῦ κρατῶν, μηδὲ τὸ μαγικὸν ἐκεῖνο ὀνομαζέτω ὄνομα ὃ ἀκήκοα αὐτοῦ λέγοντος.