Ancient Greek · ~2 min
Chapter 40
Acta Joannis, Acta Joannis 40
Not analysed yet
40 Οἱ δὲ πεπειραμένοι αὐτοῦ πάλαι καὶ θεασάμενοι νεκροὺς ἐγηγερμένους ἐβόων· Μὴ οὕτως ἀνέλῃς ἡμᾶς, παρακαλοῦμέν σε Ἰωάννη· ἐπιστάμεθα οὖν ὅτι δύνῃ. Καὶ ὁ Ἰωάννης ἔφη αὐτοῖς· Εὶ οὖν μὴ θέλετε ὑμεῖς ἀποθανεῖν, ἐλεγχθήτω τὸ θρήσκευμα ὑμῶν καὶ ἐφʼ ᾧ ἐλέγχετε, ὅπως καὶ ὑμεῖς ἀποστήσησθε τῆς παλαιᾶς ὑμῶν πλάνης. νῦν γὰρ μάλιστα ἢ αὐτοὶ ἐπιστρέψατε διὰ τοῦ θεοῦ μου ἢ αὐτὸς ἀποθανοῦμαι διὰ τῆς θεᾶς ὑμῶν· εὔξομαι γὰρ ἐνώπιον ὑμῶν παρακαλέσας μου τὸν θεὸν ἐλεηθῆναι ὑμᾶς.