Ancient Greek · ~3 min
Chapter 51
Acta Joannis, Acta Joannis 51
Not analysed yet
51 Καὶ ὡς ταῦτα ἔλεγεν, ἐπέστησαν τῷ τόπῳ λέγοντες ἔνθα ἔκειτο ὁ πρεσβύτης νεκρός, καὶ παροδιτῶν πλειόνων παρεστώτων τῷ τόπῳ. Ὁ δὲ Ἰωάννης ἔφη τῷ νεωτέρῳ· Ταλαίπωρε, οὐδὲ τὸ γῆρας ἐφείσω τοῦ πατρός σου; Ὁ δὲ κλαίων καὶ κατατιλλόμενος ἐπὶ τούτῳ μετεγνωκέναι ἔλεγεν· ὁ δὲ τοῦ κυρίου δοῦλος Ἰωάννης εἶπεν· Ὁ ἐμφανίσας μοι σήμερον στείλασθαι εἰς τὸν τόπον τοῦτον, ὁ ἐπιστάμενος ὅτι τοῦτο ἤμελλε γίνεσθαι, ὃν μηδὲ λαθεῖν δύναται τῶν ἐν τῷ βίῳ πράξεων, ὅπως ἂν θεραπείαν καὶ ἴασιν παρεχόμενός μοι θελήματι τῷ σῷ· καὶ νῦν παράσχου τὸν πρεσβύτην ζῶντα, ὁρῶν τὸν φονέαν ἑαυτοῦ δικαστὴν γενόμενον· καὶ φεῖσαι αὐτοῦ μόνος σὺ κύριε ἀφειδήσαντῶ πατρὸς συμβουλεύεσθαι αὐτῷ τὰ ἄριστα.