Ancient Greek · ~3 min
Chapter 77
Acta Joannis, Acta Joannis 77
Not analysed yet
77 Καὶ ὁ Ἰωάννης ἐν εὐφρασίᾳ πολλῇ ληφθεὶς καὶ καταμαθὼν τὴν ὅλην θεωρίαν τῆς σωτηρίας τοῦ ἀνθρώπου εἶπεν· Ὢ τί κρατεῖς κύριε Ἰησοῦ Χριστὲ οὐκ οἶδα, ἠπορημένος ἐπὶ τῇ πολλῇ σου εὐσπλαγχνίᾳ καὶ ἀπείρῳ μακροθυμίᾳ· ὢ μέγεθος οἷον εἰς δουλείαν κατῆλθεν· ὢ ἐλευθερία ἄφραστος δουλαγωγηθεῖσα παῤ ὑμῶν· ὢ ἀπερινόητε δόξα ἡμῶν· ὁ καὶ τὸν νεκρὸν οἶκον φυλάξας ἀνύβριστον, ὁ τοῦ καθαιμάξαντος ἑαυτὸν ἀνθρώπου λυτραωτὴς καὶ τοῦ τὰ φθειρόμενα σώματα σωφρονίζων· ὁ πατὴρ ὁ ἐλεήσας καὶ σπλαγχνισθεὶς ἐπὶ τὸν ἀμελήσαντα ἄνθρωπον· δοξάζομέν σε καὶ αἰνοῦμεν καὶ εὐλογοῦμεν καὶ εὐχαριστοῦμεν τὴν πολλήν σου χρηστότητα καὶ μακροθυμίαν ἅγιε Ἰησοῦ· ὅτι σὺ μόνος θεὸς καὶ οὐχὶ ἕτερος· ὁ τὸ ἀνεπιβούλευτον κράτος καὶ νῦν καὶ εἰς τοὺς ἅπαντας αἰῶνας τῶν αἰώνων· ἀμήν.