Ancient Greek · ~1 min
Chapter 80
Acta Joannis, Acta Joannis 80
Not analysed yet
80 Καὶ εἰπὼν ταῦτα ὁ Ἰωάννης τῆ Δρουσιανῇ ἔφη· Δρουσιανὴ ἀνάστηθι, Ἣ δὲ ἀναστᾶσα ἀπέβη τοῦ τάφου· καὶ ἰδοῦσα αὐτὴν ἐν διακρουσίῳ μόνον περὶ τὸ πρᾶγμα διηπόρει· καὶ μαθοῦσα ἀκριβῶς πάντα παρὰ τοῦ Ἀνδρονίκου, τοῦ Ἰωάννου κειμένου ἐπʼ ὄψιν καὶ τοῦ Καλλιμάχου μετὰ φωνῆς καὶ δακρύων δοξάζοντος τὸν θεόν, ἠγαλλιᾶτο καὶ αὐτὴ ὁμοίως δοξάζουσα. |