Ancient Greek · ~2 min
Chapter 99
Acta Joannis, Acta Joannis 99
Not analysed yet
99 οὗτος οὖν ὁ σταυρὸς ὁ διαπηξάμενος τὰ πάντα λόγῳ καὶ διορίσας τὰ ἀπὸ γενέσεως καὶ κατωτέρω, εἶτα καὶ εἰς πάντα πηγάσας· οὐχ οὗτος δέ ἐστιν ὁ σταυρὸς ὃν μέλλεις ὁρᾶν ξύλινον κατελθών ἐντεῦθεν· οὔτε ἐγώ εἰμι ὁ ἐπὶ τοῦ σταυροῦ, ὃν νῦν οὐχ ὁρῷς ἀλλὰ μόνον φωνῆς ἀκούεις. ὃ οὐκ εἰμὶ ἐνομίσθην, μὴ ὢν ὃ ἤμην ἄλλοις πολλοῖς ἀλλ᾿ ὅ τι με ἐροῦσιν ταπεινὸν καὶ οὐκ ἐμοῦ ἄξιον. ὡς οὖν ὁ τόπος τῆς ἀναπαύσεως οὔτε ὁρᾶται οὔτε λέγεται, πολλῷ μᾶλλον ὁ τούτου κύριος οὔτε ὀφθήσομαι.