Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.Πρᾶξις β´ ὅτε εἰσῆλθεν εἰς τὴν Ἑλλάδα τῶν Ἀθηνῶν.
Not analysed yet
(1) Ἐγένετο δὲ ὅτε εἰσῆλθεν Φίλιππος εἰς τὴν πόλιν τῶν Ἀθηνῶν τὴν καλουμένην Ἑλλάδα, συνήχθησαν παρ᾽ αὐτῷ τριακόσιοι φιλόσοφοι λέγοντες· Ἀπελθόντες ἴδωμεν τις ἡ σοφία αὐτοῦ. λέγουσιν γὰρ περὶ τῶν σοφῶν τῆς Ἀσίας ὅτι μεγάλη αὐτῶν ἐστιν ἡ σοφία. Ἔδοξαν γὰρ τὸν Φίλιππον εἶναι φιλόσοφον, ἐπειδὴ ἦν ὁδεύων σχήματι ἀποτακτικοῦ, καὶ οὐκ ἔγνωσαν ὅτι ἀπόστολός ἐστιν Χριστοῦ. τὸ γὰρ ἔνδυμα ὅπερ ἔδωκεν τοῖς ἀποστόλοις ὁ Ἰησοῦς ἐπενδύτης μόνον ἦν καὶ λέντιον· οὕτως οὖν ἦν περιοδεύων ὁ Φίλιππος. διὰ τοῦτο οὖν ὅτε ἐθεάσαντο αὐτὸν οἱ φιλόσοφοι τῆς Ἑλλάδος ἐφοβήθησαν· συνήχθησαν οὖν εἰς ἕνα τόπον καὶ ἐλάλησαν εἰς ἑαυτούς· Δεῦτε ἐπισκεψώμεθα τὰς βίβλους ἡμῶν, μή πως νικήσῃ ἡμᾶς ὁ ξένος οὗτος καὶ αἰσχύνῃ ἡμᾶς.