Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.5
Not analysed yet
Καὶ οὕτως ὁ παῖς ἀναστὰς ἐκ τοῦ θανάτου ἅμα τῇ ἰδίᾳ μητρὶ ἐξαιρέτως ἐπίστευσαν, πολλοὺς ἐπιστρέψαντες· καὶ διὰ τούτων λαβόντες τὸ βάπτισμα ἐδόξαζον τὸν θεόν· καὶ πάντες εὐχαρίστησαν τῷ σωτῆρι Χριστῷ, καὶ τῷ ἀποστόλῳ δόντες πάμπολλα ἐφόδια ἀπηλλάγησαν τῆς πλάνης πιστεύσαντες τῷ Χριστῷ. ὁ δὲ νεανίσκος ἠκολούθησεν τῷ ἀποστόλῳ, μεγαλυνόμενος ἐπὶ τοῖς θαύμασι τοῖς δι᾽ αὐτοῦ καθ᾽ ἡμέραν γινομένοις δοξάζων τὸν θεόν. |