Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.Πρᾶξις η´ , ὅπου ὁ ἔριφος καὶ ὁ λεόπαρδος ἐν τῇ ἐρήμῳ ἐπίστευσαν.
Not analysed yet
(1) Ἐγένετο δὲ ὅτε ὁ σωτὴρ ἐμέρισεν τους ἀποστόλους κατὰ πόλιν καὶ χώραν, καὶ ἐπορεύθη εἷς ἕκαστος κατὰ τὴν πρόσταξιν ἣν διετάξατο αὐτῷ ὁ κύριος, καθὼς καὶ τὸν κλῆρον διένειμεν αὐτοῖς, ἔλαχεν ἀπελθεῖν καὶ τὸν Φίλιππον εἰς τὴν γῆν τῶν Ἑλλήνων. ἀκούσας δὲ ὁ Φίλιππος τὸ ὄνομα τῆς χώρας καὶ τῆς πόλεως τῆς κεκληρωμένης αὐτῷ, σκληρὸν αὐτῷ ἐφάνη, καὶ ἔκλαιεν. ἡ δὲ Μαριάμνη ἡ τούτου ἀδελφή—αὕτη γάρ ἐστιν ἡ ἑτοιμάζουσα τὸν ἄρτον καὶ τὸ ἅλας ἐν τῇ κλάσει τοῦ ἄρτου, ἡ δὲ Μάρθα ἐστὶν ἡ διακονοῦσα τοῖς πλήθεσι καὶ κοπιῶσα σφόδρα—ἰδοῦσα τὸν ἴδιον ἀδελφὸν βαρέως φέροντα τὸν λαχόντα αὐτῷ κλῆρον, καὶ ὅτι σφοδρῶς ἔκλαιε περὶ τούτου, προσῆλθεν τῷ Ἰησοῦ λέγουσα· Κύριέ μου Ἰησοῦ Χριστέ, οὐχ ὁρᾷς τὸν ἀδελφόν μου Φίλιππον ὅσον λελύπηται διὰ τὴν χώραν τῶν Ἐλλήνων;