Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.95
Not analysed yet
(2) Λέγει αὐτῇ ὁ σωτήρ· Οἶδα ἐκλελεγμένη γυναικῶν, οἶδα· ἀλλὰ πορεύου μετὰ τοῦ ἀδελφοῦ σου εἰς πάντα τόπον ὅπου ὑπάγει καὶ γενοῦ παραθαρρύνουσα αὐτῷ· οἶδα γὰρ ὅτι ἄνθρωπος τολμηρός ἐστι καὶ ὀργίλος, καὶ ἐὰν ἀφῶμεν αὐτὸν μόνον, πολλὰς ἀνταποδόσεις ποιήσει τοῖς ἀνθρώποις. ἀλλ᾽ ἰδοὺ καὶ τὸν Βαρθολομαῖον καὶ Ἰωάννην ἀποστελῶ ἐν τῇ πόλει ἐκείνῃ συγκακοπαθῆσαι αὐτὸν διὰ τὴν πολλὴν πονηρίαν τῶν οἰκούντων ἐκεῖσε· οἱ γὰρ ἄνθρωποι ἐκεῖνοι λατρεύουσι τῇ ἐχίδνῃ μητρὶ τῶν ὄφεων. καὶ σὺ Μαριάμνη ἄλλαξόν σου τὴν ἰδέαν καὶ ὅλον τὸ εἶδος τὸ γυναικεῖον, καὶ βάδιζε ὁμοίως μετὰ Φιλίππου. Εἶτα λέγει ὁ Ἰησοῦς τῷ Φιλίππῳ· Εἰς τί ἐδίστασας ὦ Φίλιππε; οὐκ ἤκουσας τῆς διδαχῆς μου· Ἰδοῦ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων; Μὴ οὖν φοβηθῇς αὐτῶν τὴν ἀγριότητα. συνέσομαί σοι ἀεὶ βοηθῶν καὶ ἀντιλαμβανόμενος. ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἐμοὺς μαθητάς · ἀποστέλλω ὑμᾶς ὡς ἀκτῖνας ἐγὼ ὁ τῆς δικαιοσύνης ἥλιος. μεθ᾽ ὑμῶν εἰμι ἐν παντὶ τόπῳ· ἐν ποταμοῖς καὶ ἐν θαλάσσαις ἔσομαι ὑμῶν καλὸς κυβερνήτης. νῦν οὖν Φίλιππε μὴ ἐκκακήσῃς ἀγαθοποιεῖν ἐν τῷ ποιοῦντί σε κακόν, καὶ ἡ χάρις τοῦ πνεύματός μου κατευθυνεῖ σου τὰς τρίβους ἐν παντὶ τόπῳ καὶ πόλει καὶ χώρᾳ.