Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.Πρᾶξις ϛ´ ἐν Νικάτηρα πόλει τῆς Ἑλλάδος.
Not analysed yet
(1) Ὄντος δὲ τοῦ Φιλίππου ἐν τῇ οἰκίᾳ τοῦ Ἰρέου, καὶ τῶν ἀδελφῶν πάντων συνηγμένων, ἐκινήθησαν πάντες οἱ ὄντες Ἰουδαῖοι καὶ παρασεβόμενοι ἐν τῇ πόλει πάντες κατὰ τοῦ Ἰρέου, ὅτι ἦν ὁ Φίλιππος ἐν τῇ οἰκίᾳ αὐτοῦ, λέγοντες ὅτι Οὐ μικρὰ φροντὶς ἡμῖν ἐστι καὶ ὀδύνη ὅτι ὁ μάγος ὁ λεγόμενος Φίλιππος ἐν τῇ οἰκίᾳ ἐστὶ τοῦ Ἰρέου, καὶ ὅτι δἰ αὐτοῦ πολλοὺς ἀπατᾷ. Καὶ ἦν ἡ στάσις πολλὴ ὅτι ὁ Ἴρεος ἐπίστευσεν τῷ Χριστῷ πανοικί, καὶ ἔλεγον· Εἰ τάχιον ἔγνωμεν, ἐδιώξαμεν ἂν τὸν μάγον, ἢ καὶ ἐκλείσαμεν τὰς πύλας τῆς πόλεως, καὶ οὐκ ἂν εἰσῆλθεν ὁ φαρμακός· ἀλλὰ πέμψωμεν πρὸς τὸν Ἴρεον ἄνδρας τινὰς κατὰ τὴν ἀξίαν αὐτοῦ, καὶ ἢ ἀποστήσει ἑαυτὸν τῆς τοῦ ξένου ἀπάτης, ἢ προσαγάγῃ αὐτὸν ἐν τῷ δημοσίῳ.