Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.65
Not analysed yet
(2) Καὶ προσκαλεσάμενοι τῶν πρωτίστων ἄνδρας ἑπτὰ παρεκάλεσαν ἀπελθεῖν, εἰπόντες· Εἴπατε τῷ Ἰρέῳ· πᾶσα πόλις προσδέχεταί σε. Καὶ ἀπελθόντες ἔστησαν πρὸ τοῦ πυλῶνος, καὶ οὐδεὶς αὐτῶν ἐτόλμησεν καλέσαι διὰ τὸ πλῆθος τῶν μαθητῶν. καὶ ἐξελθοῦσά τις παιδίσκη καὶ · ἰδοῦσα αὐτοὺς εἶπεν· Τίνα ζητεῖτε ὦ ἄνδρες, καὶ τίνος ἕνεκεν στήκετε πρὸ τῶν ἡμετέρων πυλῶν; Οἳ δὲ οὐκ ἔδωκαν αὐτῇ ἀπόκρισιν. καὶ εἰσδραμοῦσα μετὰ σπουδῆς, κλείσασά τε τοὺς πυλῶνας, προσελθοῦσα τῷ Ἰρέῳ λέγει· Ὧ δέσποτα, ἑπτὰ ἄνδρες ἵστανται πρὸ τοῦ πυλῶνος, καὶ τὰ πρόσωπα αὐτῶν γέμει πονηρίας καὶ ἀδικίας. Καὶ ἀναστὰς ἐξῆλθε, καὶ θεασάμενος αὐτοὺς ἐμειδίασεν. εἶπαν δὲ πρὸς αὐτόν· Χαίροις ὁ μέγας καὶ πρῶτος τῆς πόλεως. Καὶ εἶπεν ὁ Ἴρεος· Τίνος ἕνεκεν ἤλθετε; ἢ νομίζετέ με μεταστῆσαι ἀπὸ τοῦ ἁγίου ἀνδρός; τί οὕτως στήκετε ἐν πονηρίᾳ; Καὶ εἶπαν αἰτῷ· Ἡ πᾶσα σχεδὸν πόλις ἀπέσταλκεν ἡμᾶς, καὶ εἰ θέλεις ἐλθέ. Καὶ ἠκολούθησεν αὐτοῖς ὁ Ἴρεος.