Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.108
Not analysed yet
(2) Φθάσας δὲ ἐν πόλει Ὀφιορύμῃ, ἥτις καλεῖται Ἱεράπολις τῆς Ἀσίας, ὑπεδέχθη ὑπό τινος πιστοῦ ὀνόματι Στάχυος. συνῆν δὲ αὐτῷ καὶ Βαρθολομαῖος εἷς τῶν ἑβδομήκοντα μαθητῶν τοῦ κυρίου καὶ ἡ ἀδελφὴ αὐτοῦ Μαριάμνη καὶ οἱ ἀκολουθοῦντες αὐτῷ μαθηταὶ αὐτοῦ. συναχθέντων δὲ πολλῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐν τῇ οἰκίᾳ τοῦ Στάχυος ἦν ὁ Φίλιππος ἅμα τῷ Βαρθολομαίῳ διδάσκων αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ.