Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.Ἐκ τῶν περιόδων Φιλίππου τοῦ ἀποστόλου ἀπὸ πράξεως πεντεκαιδεκάτης μέχρι τέλους, ἐν αἷς τὸ μαρτύριον.
Not analysed yet
(1) Κατὰ τὸν καιρὸν ἐκεῖνον Τραϊανοῦ τοῦ βασιλέως παρειληφότος τὴν τῶν Ῥωμαίων ἀρχήν, μετὰ τὸ μαρτυρῆσαι ἐν ὀγδόῳ ἔτε τῆς βασιλείας αὐτοῦ Σίμωνα τὸν τοῦ Κλωπᾶ ἐπίσκοπον ὄντα Ἰεροσολύμων, δεύτερον γενόμενον ἐπίσκοπον μετὰ Ἰάκωβον τὸν χρηματίσαντα ἀδελφὸν τοῦ κυρίου τῆς ἐκεῖσε ἐκκλησίας, Φίλιππος ὁ ἀπόστολος διερχόμενος τὰς τῆς Λυδίας καὶ Ἀσίας πόλεις καὶ χώρας κατήγγελλεν πᾶσιν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.