Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.110
Not analysed yet
(4) καταπατήσατε τὰς παγίδας τοῦ ἐχθροῦ, τὸν εἰλισσόμενον ὄφιν. στρεβλὴ γάρ ἐστιν ἡ ὁδὸς αὐτοῦ, ἐπειδὴ τοῦ πονηροῦ υἱός ἐστιν, καὶ ἔστιν ἐν αὐτῷ ἰὸς πονηρίας· πατὴρ δὲ αὐτοῦ ἐστιν ὁ διάβολος ὁ τοῦ θανάτου πρόξενος, μήτηρ δὲ αὐτοῦ ἡ φθορά· ὀργὴ ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ καὶ ὄλεθρος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἡ ὀδὸς αὐτοῦ ᾅδης. διὸ φεύγετε ἀπ᾽ αὐτοῦ, τοῦ μὴ ἔχοντος ὑπόστασιν, τοῦ ἀμόρφου, τοῦ μὴ ἔχοντος μορφὴν ἐν πάσῃ τῇ κτίσει, εἴτε ἐν τῷ οὐρανῷ εἴτε ἐν τῇ γῇ, εἴτε ἐν τοῖς πετεινοῖς εἴτε ἐν τοῖς κτήνεσιν. πάντα γὰρ ἀποστρέφονται τῆς μιορφῆς αὐτοῦ· καὶ γὰρ ἐν τοῖς κτήνεσιν καὶ πετεινοῖς τοῦ οὐρανοῦ ἔστιν ἡ γνῶσις αὐτοῦ ὅτι σύρει ὁ ὄφις τὴν κοιλίαν αὐτοῦ καὶ τὸ στῆθος· ἔστιν δὲ τὸ κατοικητήριον αὐτοῦ ὁ τάρταρος, καὶ ἐν τῷ σκότει βαδίζει, ἐπειδὴ οὐκ ἔχει παρρησίαν ἐν οὐδενί. φεύγετε οὖν ἀπ᾽ αὐτοῦ, ἵνα μὴ ὁ ἰὸς αὐτοῦ ἐκχυθῇ ἐπὶ τὸ στόμα ὑμῶν.