Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.111
Not analysed yet
(5) γίνεσθε δὲ μᾶλλον πιστοί, σεμνοί, ἀγαθοεργεῖς, μὴ ἔχοντες δόλον. ἐξάρατε τὸ πονηρὸν σύστημα ἀφ᾽ ἑαυτῶν, τοῦτ᾽ ἔστιν τὰς κακίας ἐπιθυμίας, δι᾽ ὧν ἐγέννησεν ὁ ὄφις ὁ πονηρὸς δράκων ὁ ἀρχέκακος νομὴν ἀπωλείας καὶ θανάτου τῇ ψυχῇ, ἐπειδὴ ἡ τῶν κακῶν ἐπιθυμία πάσα ἐξ αὐτοῦ προελήλυθεν, καὶ αὕτη ἐστὶν ἡ ῥίζα τῆς ἀνομίας, τὸ σύστημα τῶν κακῶν, ὁ θάνατος τῶν ψυχῶν· ἡ γὰρ ἐπιθυμία τοῦ ἐχθροῦ ὁπλίζεται κατὰ τῶν πιστῶν, ἐξέρχεται δὲ ἀπὸ τοῦ σκότους καὶ πορεύεται ἐν τῷ σκότει, πολεμεῖν ἐπιχειροῦσα τοὺς ἐν τῷ φωτί. αὕτη γάρ ἐστιν ἡ τῆς πλεονεξίας ἀρχή.