Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.115
Not analysed yet
(9) Καὶ ὅτε ἦλθεν ἔμπροσθεν τοῦ πυλῶνος τῆς οἰκίας, ἰδοῦσα αὐτὴν Μαριάμνη ἡ ἀδελφὴ Φιλίππου τοῦ ἀποστόλου, ἐλάλησεν φωνῇ ἑβραϊστὶ πρὸς αὐτὴν ἔμπροσθεν Φιλίππου καὶ Βαρθολομαίου καὶ παντὸς τοῦ πλήθους τῶν πεπιστευκότων λέγουσα· Ἀλικαμάν, ἰκασαμέ, μαρμαρί, ἰαχαμάν, μαστρανάν, ἀχαμάν· Ὅ ἐστιν Ὦ θυγάτηρ τοῦ πατρός, σὺ εἶ κυρία μου, σὺ ἐδόθης ἐνεχυρίασμα τῷ ὄφει· ἀλλ᾽ ἦλθεν Ἰησοῦς ὁ λυτρωτὴς ἡμῶν ῥύσασθαί σε δι᾽ ἡμῶν, διαρρῆξαι τοὺς δεσμούς σου καὶ τεμεῖν αὐτοὺς καὶ ἐκτῖλαι ἐκ σοῦ ἀπὸ τῆς ῥίζης αὐτῶν, ὅτι σὺ ἀδελφή μου εἶ· μία μήτηρ ἐγέννησεν ἡμᾶς διδύμους. ἐπελάθου τοῦ πατρός σου, ἐπελάθου τῆς τρίβου τῆς ἀγούσης σε εἰς κατοικητήριον τῆς μητρὸς σου, γεναμένη ἐν πλάνῃ· ἐγκατέλιπες τὸν ναὸν ἐκείνης τῆς ἀπάτης τῆς προσκαίρου δόξης, καὶ ἦλθες πρὸς ἡμᾶς φυγοῦσα τὸν ἐχθρόν, ὅτι αὐτός ἐστιν τὸ κατοικητήριον τοῦ θανάτου. ἰδοὺ δὴ ἦλθεν ὁ λυτρωτής σου ἵνα σε λυτρώσηται· ἀνέτειλέν σοι ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ἵνα σε φωτίσῃ.