Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.114
Not analysed yet
(8) Νικανόρα δὲ ἡ γυνὴ τοῦ ἀνθυπάτου κλινήρης κατακειμένη ὑπὸ διαφόρων νοσημάτων, μάλιστα τῶν ὀφθαλμῶν, ἀκούσασα τὰ περὶ τοῦ ἀποστόλου Φιλίππου καὶ τοῦ κηρύγματος αὐτοῦ, ἐπίστευσεν ἐπὶ τὸν κύριον. ἦν γὰρ καὶ πάλαι ἀκούσασα περὶ αὐτοῦ, καὶ ἐπικαλεσαμένη τὸ ὄνομα αὐτοῦ ἀπηλλάγη τῶν συνεχόντων αὐτῇ πόνων. καὶ ἀναστᾶσα ἐξῆλθεν τῆς οἰκίας αὐτῆς διὰ τῆς πλαγίας θύρας, βασταζομένη ὑπὸ ἰδίων αὐτῆς δούλων ἐν φορείῳ ἀργυρέῳ, καὶ ἦλθεν εἰς τὴν οἰκίαν τοῦ Στάχυος, ὅπου ἦσαν οἱ ἀπόστολοι.