Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.117
Not analysed yet
(11) Ταῦτα εἰπούσης τῆς Νικανόρας, προσηύξατο περὶ αὐτῆς πρὸς τὸν θεὸν ὁ ἀπόστολος Φίλιππος ἅμα Βαρθολομαίῳ καὶ Μαριάμνῃ καὶ τοῖς σὺν αὐτοῖς λέγων· Ὁ ζωοποιῶν τοὺς νεκροὺς Χριστὲ Ἰησοῦ δέσποτα, ὁ ἐλευθερώσας ἡμᾶς διὰ τοῦ βαπτίσματος ἐκ τῆς δουλείας τοῦ θανάτου, ῥῦσαι αὐτὴν ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τελείως, ζωοποίησον αὐτὴν ἐν τῇ ζωῇ σου καὶ τελείωσον αὐτὴν ἐν τῇ τελειότητί σου, ἵνα πορευθῇ εἰς τὴν χώραν τῶν πατέρων αὐτῆς ἐν ἐλευθερίᾳ, ἔχουσα κλῆρον ἐν τῇ ἀγαθότητί σου κύριε Ἰησοῦ.