Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.118
Not analysed yet
(12) Πάντων δὲ ἀναπεμψάντων τὸ ἀμὴν ἅμα τῷ ἀποστόλῳ Φιλίππῳ, ἰδοὺ ἦλθεν ὁ τύραννος, ὁ ἀνὴρ τῆς Νικανόρας, ὡς ἵππος ἀδάμαστος μεμηνώς, καὶ ἐπιλαβόμενος τῶν ἱματίων τῆς γυναικὸς αὐτοῦ ἐβόα λέγων· Ὦ Νικανόρα, μὴ οὐκ ἀφῆκά σε ἐπὶ τῆς κλίνης οὖσαν; πῶς τοσαύτην δύναμιν ἔσχες ἐλθεῖν πρὸς τοὺς μάγους τούτους; πῶς δὲ ἀπὸ τῆς φλεγμονῆς τῶν ὀφθαλμῶν σου; νῦν οὖν ἐὰν μή μοι εἴπῃς τίς ἐστιν ὁ ἰατρός σου καὶ τί τὸ ὄνομα αὐτοῦ, τιμωρήσομαί σε διαφόροις τιμωρίαις καὶ οὐ σπλαγχνισθήσομαι ἐπὶ σοί.