Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.120
Not analysed yet
(14) Ὡς δὲ ἤκουσεν τῶν λόγων αὐτῆς τούτων ὁ τύραννος, ὁ ἀνὴρ αὐτῆς, ἐπελάβετο τῶν τριχῶν τῆς κεφαλῆς αὐτῆς καὶ ἔσυρεν αὐτὴν λακτίζων αὐτὴν καὶ λέγων· Καλόν σοί ἐστιν ἀναιρεθῆναι ἐν ξίφει ἢ ὁρᾶσθαί σε παρ᾽ ἐμοῦ πορνεύουσαν μετὰ τῶν ξένων τούτων τῶν μάγων. ὁρῶ σε γὰρ ὅτι ἐγένου ἐν τῇ μανίᾳ τούτων τῶν πλάνων· σὲ οὖν πρῶτον ἀνελῶ κακῶς, καὶ τότε τούτων οὐ φεισάμενος κακῶς ἐνυβρίσας κακίστως ἀποκτενῶ. Καὶ στραφεὶς εἶπεν τοῖς περὶ αὐτόν· Ἐξαγάγετέ μοι τοὺς μάγους τοὺς ἐπιθέτας ἐκείνους. Εἰσδραμόντες δὲ οἱ δήμιοι εἰς τὴν οἰκίαν τοῦ Στάχυος καὶ κρατήσαντες τὸν ἀπόστολον Φίλιππον καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην ἔσυραν ἄγοντες αὐτοὺς ὅπου ἦν ὁ ἀνθύ πατος. ἠκολούθησεν δὲ καὶ ὁ πιστότατος Στάχυς καὶ πάντες οἱ πιστοί.