Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.119
Not analysed yet
(13) Ἣ δὲ ἀποκριθεῖσα λέγει αὐτῷ· Ὦ τύραννε, ἔκβαλε ἀπὸ σοῦ τὴν τυραννίδα σου ταύτην, ἐπιλάθου τῆς πονηρίας σου ταύτης, ἐγκατάλιπε τὸν βίον τοῦτον τὸν πρόσκαιρον, ἀπόθου τὸ θηριῶδες τῆς φαύλης σου γνώμης, φύγε τὸν δράκοντα τὸν πικρὸν καὶ τὰς ἐπιθυμίας αὐτοῦ, ῥῖψον ἀπὸ σοῦ τὰ ἔργα καὶ τὸ βέλος τοῦ ἀνθρωποκτόνου ὄφεως, παραίτησαι τὰς μυσαρὰς καὶ κακὰς θυσίας τῶν εἰδώλων, αἵτινές εἰσιν γεωργία τοῦ ἐχθροῦ, ὁ σκοτεινὸς φραγμός περιποίησαι δὲ ἑαυτῷ βίον σεμνὸν καὶ ἄρυπον, ἵνα γενόμενος ἐν ἁγιασμῷ δυνηθῇς γνῶναι τὸν ἰατρόν μου καὶ χωρῆσαι τὸ ὄνομα αὐτοῦ. ἐὰν οὖν θέλῃς παρὰ σοί με εἶναι, εὐτρέπισον σεαυτὸν μένειν ἐν ἁγνείᾳ καὶ ἐγκρατείᾳ καὶ ἐν φόβῳ τοῦ ἀληθινοῦ θεοὺ, καὶ συνοικήσω σοι τὸν ἅπαντα χρόνον· μόνον καθάρισον σεαυτὸν ἀπὸ τῶν εἰδώλων καὶ παντὸς ῥύπου αὐτῶν.