Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.122
Not analysed yet
(16) Ὁ δὲ ἀνθύπατος βασανίσας τοὺς ἁγίους τοὺς ἀμφὶ τὸν ἀπόστολον Φίλιππον ἐκέλευσεν εἰσενεχθῆναι αὐτοὺς καὶ ἀσφαλισθῆναι εἰς τὸ ἱερὸν τοῦ εἰδώλου τῆς ἐχίδνης πρὸς τοὺς ἱερεῖς αὐτῆς, ἕως ἂν βουλεύσηται ποίῳ θανάτῳ ἕκαστον αὐτῶν ἀπολέσῃ. πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν χάριτι τοῦ Χριστοῦ καὶ προσετέθησαν τῷ ἀποστόλῳ Φιλίππῳ καὶ τοῖς σὺν αὐτῷ, ἀποστάντες τοῦ εἰδώλου τῆς ἐχίδνης, καὶ ἐστηρίζοντο ἐν τῇ πίστει μεγαλυνόμενοι ἐν τῇ ὑπομονῇ τῶν ἀγίων, καὶ ὁμοῦ πάντες μετὰ φωνῆς ἐδόξαζον τὸν θεὸν λέγοντες τὸ ἀμήν.