Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.123
Not analysed yet
(17) Ὅτε δὲ ἐνεκλείσθησαν ἐν τῷ ἱερῷ τῆς ἐχίδνης ὅ τε Φίλιππος ὁ ἀπόστολος καὶ Βαρθολομαῖος καὶ Μαριάμνη, συνήχθησαν οἱ ἱερεῖς τῆς ἐχίδνης ἐπὶ τὸ αὐτὸ καὶ ὄχλος πολὺς ὡς ἄνδρες ἑπτακισχίλιοι, καὶ δραμόντες πρὸς τὸν ἀνθύπατον κατεβόων λέγοντες· Ἐκδίκησον ἡμᾶς ἐκ τῶν ξένων καὶ μάγων καὶ φθορέων καὶ πλανησάντων τοὺς ἀνθρώπους. ἀφ᾽ οὗ γὰρ ἐπεδήμησαν εἰς ἡμᾶς, ἐπλήσθη ἡ πόλις ἡμῶν πάσης κακῆς πράξεως· ἀπέκτειναν δὲ καὶ τοὺς ὄφεις τοὺς υἱοὺς τῆς θεᾶς ἡμῶν· ἔκλεισαν δὲ καὶ τὸ ἱερόν, καὶ ἠρήμωται ὁ βωμός· καὶ οὐχ εὑρήκαμεν προσενηνεγμένον νον οἶνον ἵνα πιοῦσα ἡ ἔχιδνα ὑπνώσῃ. εἰ δὲ θέλεις γνῶναι ὅτι ὄντως μάγοι εἰσίν, βλέψον καὶ ἴδε πῶς ἡμᾶς θέλουσιν μαγεῦσαι, λέγοντες Ζήσατε ἐν ἁγνείᾳ καὶ σεμνότητι, πιστεύσαντες τῷ θεῷ, πῶς δὲ καὶ εἰσῆλθον εἰς τὴν πόλιν, πῶς δὲ καὶ οἱ δράκοντες οὐκ ἐτύφλωσαν αὐτοὺς ἢ καὶ ἀνεῖλαν αὐτούς, πῶς δὲ καὶ τὸ αἷμα αὐτῶν οὐκ ἔπιον, ἀλλὰ καὶ αὐτοὶ οἱ τηροῦντες τὴν πόλιν ἡμῶν ἀπὸ παντὸς ξένου ὑπὸ τούτων κατεβλήθησαν.