Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.132
Not analysed yet
(26) Ὁ δὲ Ἰωάννης καὶ Βαρθολομαῖος καὶ Μαριάμνη διεκώλυον αὐτὸν λέγοντες ὅτι Ὁ διδάσκαλος ἡμῶν ἐραπίσθη, ἐμαστίχθη, ἐξετάσθη, χολὴν καὶ ὄξος ἐποτίσθη, καὶ ἔλεγεν· Πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. Κἀκεῖνο δὲ ἐδίδαξεν εἰπών· Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ἡμεῖς οὖν ὑπομείνωμεν. Λέγει ὁ Φίλιππος· Ἀπόστητε καὶ μὴ πραΰνετέ με, ὅτι οὐκ ἀνέξομαι ὑμῶν, ὅτι ἐπὶ κεφαλῆς ἐκρέμασάν με, σιδήροις ἐπερόνησαν τὰ σφυρά μου καὶ τὰς πτέρνας μου. καὶ σὺ ἀγαπητὲ τοῦ θεοῦ Ἰωάννη, πόσα αὐτοῖς διελέξω καὶ οὐχ ὑπηκούσθης. διὸ συγχωρῄσατέ μοι καὶ καταράσομαι αὐτούς, καὶ ἐξολοθρευθήσονται ἐν ἐνί. Καὶ ἤρξατο καταρᾶσθαι αὐτοὺς ἐπικαλούμενος καὶ κράζων ἑβραϊστί· Ἀβαλώ, ἀριμουνί, δουθαήλ, θαρσελεήν, ναχαώθ, ἀειδουνάφ, τελετελοεῖν· Τοῦτ᾽ ἔστιν Ὁ πατὴρ τοῦ Χριστοῦ, ὁ μόνος καὶ παντοκράτωρ θεός, θεὲ ὃν φρίττουσιν οἱ πάντες αἰῶνες, ὁ δυνατὸς καὶ ἀπροσωπόληπτος δικαστὴς, οὗ τὸ ὄνομά ἐστιν ἐν τῇ σῇ δυναστείᾳ Σαβαώθ ἀήλ, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας· σὲ τρέμουσιν ἀρχαὶ καὶ ἐξουσίαι τῶν ἐπουρανίων καὶ τὰ ἐμβριμήματα τῶν χερουβικῶν ζῴων πυρίπνοα ἑστῶτα· ὁ βασιλεὺς ὁ ἅγιος τῆς μεγαλειότητος, οὗ τὸ ὄνομα ἔφθασεν εἰς τὰ θηρία τῆς ἐρήμου καὶ ἡσύχασαν καὶ αἰσθητικῇ φωνῇ ᾔνεσάν σε, ὁ ἐπιβλέπων ἡμῖν καὶ διδοὺς ἑτοίμως τὰ αἰτήματα ἡμῶν, ὁ ἐπιγνοὺς ἡμᾶς πρὸ τοῦ πλασθῆναι, ὁ ἐπίσκοπος πάντων· νῦν, δέομαι, ἀνοιξάτω ὁ μέγας ᾅδης τὸ στόμα αὐτοῦ, ἡ ἄβυσσος ἡ μεγάλη, καὶ καταπιέτω τοὺς ἀθέους τούτους τοὺς μὴ βουληθέντας χωρῆσαι τὸν λόγον τῆς ἀληθείας ἐν τῇ πόλει ταύτῃ· ναὶ Σαβαώθ.