Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.131
Not analysed yet
(25) Ὡς δὲ ἤκουσαν τούτους τοὺς λόγους παρὰ τοῦ Ἰωάννου, ἐπῆραν ἐπ᾽ αὐτὸν τὰς χεῖρας λέγοντες· Ἐδόξαμεν συμπολίτην σε εἶναι, νῦν δὲ ἐφανέρωσας σεαυτὸν ὅτι κοινωνὸς αὐτῶν εἶ· ὡς αὐτοὶ οὕτως καὶ σὺ θανατωθήσῃ· οἱ γὰρ ἱερεῖς ἐσκέψαντο στραγγίσαι ὑμῶν τὸ αἷμα καὶ οἴνῳ μίξαντες τῇ ἐχίδνῃ προσαγαγεῖν τοῦ ποτίσαι αὐτήν. Ὡς οὖν ἐπέβαλον οἱ ἱερεῖς τοῦ κρατῆσαι τὸν Ἰωάννην, παρελύθησαν αἱ χεῖρες αὐτῶν. ὁ δὲ Ἰωάννης εἶπεν τῷ Φιλίππῳ· Οὐ μὴ ἀποδῶμεν κακὸν ἀντὶ κακοῦ. Ὁ δὲ Φίλιππος εἶπεν πρὸς τὸν Ἰωάννην· Ἰδοὺ δή, ποῦ ἐστιν ὁ κύριός μου Ἰησοῦς ὁ εἰπών μοι τοῦ μὴ ἐκδικῆσαι ἐμαυτόν; ἀλλά γε λοιπὸν οὐκ ἀνέξομαι, τελέσω δὲ ἐπ᾽ αὐτοὺς τὸ ἐμβρίμημά μου καὶ ὅλους αὐτοὺς ἀφανίσω.