Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.137
Not analysed yet
(31) Καὶ λέγει ὁ σωτὴρ τῷ Φιλίππῳ· Ἀλλ᾽ ἐπειδὴ παρήκουσάς μου καὶ ἀπέδωκας κακὸν ἀντὶ κακοῦ καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, διὰ τοῦτο τελειωθήσῃ μὲν ἐνδόξως καὶ χειραγωγηθήσῃ ὑπὸ τῶν ἁγίων μου ἀγγέλων καὶ ἐλεύσῃ μετ᾽ αὐτῶν ἕως τοῦ παραδείσου τῆς τρυφῆς· καὶ αὐτοὶ μὲν ἐλεύσονται πρός με εἰς τὸν παράδεισον, σὲ δὲ κελεύσω ἀποκλεισθῆναι ἔξω τοῦ παραδείσου ἕως ἡμερῶν τεσσαράκοντα, θαμβούμενον ὑπὸ τῆς φλογίνης καὶ στρεφομένης ῥομφαίας, καὶ στενάξεις ὅτι ἐκάκωσας τοὺς κακώσαντάς σε· καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἀποστελῶ τὸν ἀρχάγγελόν μου Μιχαὴλ· καὶ κρατήσει τὴν ῥομφαίαν τὴν φυλάσσουσαν τὸν παράδεισον, καὶ ὄψει πάντας τοὺς δικαίους οἱτινες ἐν τῇ ἀκακίᾳ αὐτῶν ἐπορεύθησαν, καὶ τότε προσκυνήσεις τὴν δόξαν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· πλὴν τὸ σημεῖον τῆς ἐξελεύσεως σου δοξασθήσεται ἐν τῷ σταυρῷ μου. καὶ ὁ Βαρθολομαιῖος δὲ ἀπελθὼν ἐν Λυκαονία καὶ αὐτὸς ἐκεῖ σταυρωθήσεται· ἡ δὲ Μαριάμνη τὸ σῶμα αὐτῆς ἀποτίθεται ἐν τῷ Ἰορδάνῃ ποταμῶ. ἐγὼ δὲ ὦ Φίλιππε οὐκ ἀνέξομαί σου ὅτι κατεπόντισας τοὺς ἀνθρώπους εἰς τὴν ἄβυσσον· ἀλλ᾽ ἰδοὺ τὸ πνεῦμά μου ἐν αὐτοῖς, καὶ ἀναγάγω αὐτούς, καὶ οὕτως ἰδόντες σε πιστεύσωσιν ἐν τῇ δόξῃ τοῦ ἀποστείλαντός σε.