Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.138
Not analysed yet
(32) Καὶ στραφεὶς ὁ σωτὴρ ἀνέτεινεν τὴν ἑαυτοῦ χεῖρα καὶ ἐχάραξεν σταυρὸν ἐν τῷ ἀέρι καταβαίνοντα ἀπὸ τῶν ἄνω ἕως τῆς ἀβύσσου, καὶ ἐπλήσθη ἡ ἄβυσσος φωτός καὶ ἦν ὁ σταυρὸς ἐν ὁμοιώματι ματι κλίμακος ἐχούσης βαθμούς· καὶ ἐφώνησεν φωνὴν ὁ σωτὴρ τοῖς ἐν τῇ ἀβύσσῳ λέγων· Ἀνέλθετε πάντες διὰ τοῦ σταυροῦ, ὅτι καὶ ὁ ἀπόστολος Φίλιππος νῦν ἐσπλαγχνίσθη ἐφ᾽ ὑμᾶς δι᾽ ἐμέ, ἵνα πάλιν θεάσησθε τὸ φῶς τοῦ θεοῦ· καὶ ἰδοὺ ὅλον τὸ πλῆθος τῶν κατενεχθέντων εἰς τὴν ἄβυσσον ἀνέβησαν· ἔμεινεν δὲ κάτω ὁ ἀνθύπατος καὶ ἡ ἔχιδνα ἥν ἐσέβοντο. ὅτε δὲ ἀνῆλθον οἱ ὄχλοι, ἐμβλέψαντες εἰς τὸν Φίλιππον κατὰ κεφαλῆς κρεμά—· μενον ἐκόψαντο κοπετὸν καὶ θρῆνον μέγαν ἐπὶ τῇ παρανομίᾳ ᾗ ἐποίησαν· εἶδον δὲ καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην ἔχουσαν τὸν πρῶτον τύπον. καὶ ἰδοὺ ὁ κύριος ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς βλεπόντων τοῦ τε Φιλίππου καὶ τοῦ Βαρθολομαίου καὶ τῆς Μαριάμνης καὶ τοῦ Στάχυος καὶ πάντων τῶν πιστῶν λαῶν· καὶ ἦσαν σιγῇ δοξάζοντες τὸν θεὸν ἐν φόβῳ καὶ τρόμῳ. πάντες δὲ οἱ ὄχλοι ἔκραξαν λέγοντες· Εἷς θεὸς ὃν κηρύττουσιν οὗτοι οἱ ἄνθρωποι ἐν ἀληθείᾳ· εἷς θεὸς ὁ ἀποστείλας αὐτοὺς ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ. μετανοοῦμεν νῦν ἀληθῶς ἐπὶ τῇ μεγάλῃ ἡμῶν πλάνῃ, ὅτι οὔ πω ἐσμὲν ἄξιοι τῆς αἰωνίου ζωῆς· νῦν πιστεύομεν, ὅτι ἐθεασάμεθα μεγάλα θαυμάσια, ὅτι ἀνήγαγεν ἡμᾶς ὁ σωτὴρ ἀπὸ τῆς ἀβύσσου. Καὶ ἔπεσαν πάντες ἐπὶ πρόσωπον καὶ προσεκύνησαν τῷ Φιλίππῳ, καὶ παρεκάλουν, ἕτοιμοι ὄντες τοῦ φυγεῖν, μὴ ποιήσῃ ἕτερον σημεῖον· καὶ ἐδέοντο ἵνα ἄξιοι γένωνται τῆς τοῦ Χριστοῦ παρουσίας.