Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.148
Not analysed yet
(42) Μετὰ δὲ τὰς τεσσαράκοντα ἡμέρας φανεὶς ὁ σωτὴρ ἐν μορφῇ τοῦ Φιλίππου εἶπεν τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Ἀδελφοί μου ἠγαπημένοι θέλετε ἀναπαῆναι ἐν τῇ ἀναπαύσει τοῦ θεοῦ; ἠνοίχθη μοι ὁ παράδεισος καὶ εἰσῆλθον ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ. ἀπέλθατε εἰς τὸν τόπον τὸν κεκληρωμένον ὑμῖν· τὸ γὰρ φυτὸν τὸ ὡρισμένον καὶ φυτευθὲν ἐν τῇ πόλει ταύτῃ καρποφορεῖ καλῶς. Ἀσπασάμενοι οὖν τοὺς ἀδελφοὺς καὶ ἐπευξάμενοι ἑκάστῳ αὐτῶν ἐξῆλθον ἀπὸ τῆς πόλεως Ὀφιορύμης τῆς Ἱεραπόλεως τῆς Ἀσίας, καὶ ὁ Βαρθολομαῖος ἀπῆλθεν εἰς τὴν Λυκαονίαν, ἡ δὲ Μαριάμνῃ ἐπορεύθη ἐν τῷ Ἰορδάνῃ· ὁ δὲ Στάχυς καὶ οἱ σὺν αύτῷ ἔμειναν κατέχοντες τὴν ἐκκλησίαν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.