Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.147
Not analysed yet
(41) Μετὰ δὲ τὰς τρεῖς ἡμέρας ἐβλάστησεν τὸ φυτὸν τῆς ἀμπέλου ὅπου ἔσταξεν τὸ αἷμα τοῦ ἁγίου Φιλίππου. καὶ ἐποίησαν πάντα τὰ ἐντεταλμένα αὐτοῖς παρ᾽ αὐτοῦ, ἐπὶ ἡμέρας τεσσαράκοντα προσφέροντες προσφορὰς, ἀδιαλείπτως προσευχόμενοι. καὶ ᾠκοδόμησαν τὴν ἐκκλησίαν ἐν τῷ τόπῳ ἐκείνῳ, καταστήσαντες τὸν Στάχυν ἐπίσκοπον ἐν τῇ ἐκκλησίᾳ. καὶ ἡ Νικανόρα δὲ καὶ πάντες οἱ πιστοὶ συνήγοντο καὶ οὐ διέλειπον πάντες δοξάζοντες τὸν θεὸν διὰ τὰ θαυμάσια τὰ γεγενημένα ἐπ᾽ αὐτούς. καὶ πᾶσα ἡ πόλις ἐπίστευσεν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ· ἐνετείλατο δὲ ὁ Βαρθολομαῖος τῷ Στάχυϊ βαπτίζειν τοὺς πιστεύοντας εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ ἵνα λέγωσιν ἀμήν.