Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.26
Not analysed yet
(21) Ἰδὼν οὖν ὁ Φίλιππος ὅτι ἐπιμένει τῇ ἀπιστίᾳ βλέψας εἰς αὐτὸν λέγει τῇ γῆ· Ἄνοιξόν σου τὸ στόμα καὶ κατάπιε αὐτὸν μέχρι τοῦ τραχήλου αὐτοῦ ἐνώπιον τῶν πιστευσάντων εἰς τὸν Χριστὸν Ἰησοῦν. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς ἐδέξατο αὐτὸν ἕως τραχήλου. ὡς δὲ οἱ ὄχλοι ἦσαν ὁμιλοῦντες ἀλλήλοις διὰ τὰ γεγονότα θαυμάσια,