Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.27
Not analysed yet
(22) ἦλθέν τις πρῶτος τῆς πόλεως βοῶν καὶ λέγων· Ὦ μακάριε ἀπόστολε, τῷ υἱῷ μου δαίμων τις ἐπέστη, καὶ ἔκραζεν λέγων πρός με· Ἐπειδὴ ἀφῆκας ξένον ἄνθρωπον εἰσελθεῖν εἰς τὴν πόλιν ἡμῶν σὺ ὢν πρῶτος, ὃς κατέλυσεν τὰς λατρείας ἡμῶν καὶ τὰς θυσίας ἡμῶν, τί σοι ποιήσω εἰ μὴ τοῦτον ἀνελῶ τὸν μονογενῆ σου υἱόν; Καὶ μετὰ τὸ εἰπεῖν αὐτὸν ταῦτα ἀπέπνιξεν τὸν υἱόν μου. νῦν οὖν, παρακαλῶ σε ἀπόστολε τοῦ Χριστοῦ, μὴ ἐάσῃς τὴν χαράν μου στραφῆναι εἰς πένθος, ὅτι κἀγὼ ἐπίστευσα τοῖς σοῖς λόγοις.