Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.28
Not analysed yet
(23) Ἀκούσας δὲ ὁ ἀπόστολος ταῦτα εἶπεν· Θαυμάζω τὴν ἐνέργειαν τῶν δαιμόνων, ὅτι ἐνεργεῖ ἐν παντὶ τόπῳ, τολμᾷ δὲ εἰς οὓς οὐκ ἔχει δύναμιν ἐπιβαίνειν, ὡς νῦν ἐπείρασαν ὑμᾶς θέλοντες σκανδαλίσαι. Καὶ λέγει τῷ ἀνθρώπῳ· Ἔνεγκέ μοι τὸν υἱόν σου, κἀγὼ αὐτὸν δώσω σοι ζῶντα διὰ τὸν Χριστόν μου. Καὶ ἔδραμεν χαίρων τοῦ ἐνέγκαι τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἤγγισεν τῇ οἰκίᾳ αὐτοῦ, ἔκραξεν λέγων· Υἱέ μου βλέπεις; ἦλθον ἐπὶ σέ, ἀπενέγκαι σε πρὸς τὸν ἀπόστολον, ὅστις σε ζῶντα παρέξει μοι. Καὶ ἐκέλευσεν τοῖς ἑαυτοῦ δούλοις βαστάξαι τὴν κλίνην· ἦν δὲ ὁ παῖς ἐτῶν κγ´ . ὅτε δὲ εἶδεν αὐτὸν ὁ Φίλιππος, συνεχύθη, καὶ στραφεὶς πρὸς τὸν ἀρχιερέα λέγει αὐτόν· Τοῦτο γέγονεν τῇ σῇ ἀφροσύνῃ· ἐὰν οὖν ἀναστήσω αὐτόν, πιστεύσεις λοιπόν; Ὃ δὲ λέγει· Οἶδα τὰς μαγείας ὑμῶν ὅτι ἀναστήσεις αὐτόν· ἐγὼ δὲ οὐ πιστεύσω σοι. Ὀργισθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Κατάθεμα· ἄπελθε λοιπὸν κάτω ὅλος εἰς τὴν ἄβυσσον ἐνώπιον τούτων ἀπάντων. Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ κατῆλθεν εἰς τὸν ᾅδην ζῶν· πλὴν τὸ ἀρχιερατικὸν ἔνδυμα ἐξεπετάσθη ἀπ᾽ αὐτοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδεὶς ἔγνω τί ἐγένετο τὸ ἔνδυμα τὸ ἱερατικόν. καὶ ἐπιστραφεὶς ὁ ἀπόστολος ἐπηύξατο τῷ παιδί, καὶ ἀπελάσας ἀπ᾽ αὐτοῦ τὸν δαίμονα ἀνέστησεν αὐτὸν καὶ παρέστησεν αὐτὸν τῷ πατρὶ ζῶντα.