Ancient Greek · ~3 min
1.35 to 1.36
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.35-36
Not analysed yet
(6) Ὁ δὲ ἀπόστολος ἤρξατο αὐτοὺς ἀπὸ τῶν γραφῶν διδάσκειν τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ λέγειν· Ἐὰν δέξησθε τὸν δυνάμενον σῴζειν τὸ ἀσθενές, σωθήσεσθε, καὶ ἐὰν δέξησθε τὸν ἐν οὐρανοῖς πλούσιον, πλουτίσει ἡμᾶς· καταλείψατε οὖν τὸ ἀηδὲς τοῦ κόσμου τούτου, καὶ τὴν μέριμναν τῆς ζωῆς ἐπιρρίψατε εἰς τὸν ἐν οὐρανοῖς εὐεργέτην, ἵνα αἰωνίας τρυφῆς ἀπολαύσητε. (7) Οἳ δὲ πάλιν ἀπεκρίνοντο ὁμοθυμαδὸν λέγοντες· Πάντα ὅσα ἂν εἴπῃς ἡμῖν ποιοῦμεν, καὶ πιστεύομεν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τότε λαβόμενος ὁ Φίλιππος ἅπαντας καὶ ἐξελθὼν ἐπὶ τῆς ξηρᾶς ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἐμεγαλύνοντο τῇ πίστει.