Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.Πρᾶξις δ´ περὶ τῆς θυγατρὸς Νικοκλείδους ἧς ἰάσατο ἐν Ἀζώτῳ.
Not analysed yet
(1) Ὡς δὲ πολλὴ φήμη περιέδραμεν περὶ τοῦ ἀποστόλου Φιλίππου εἰς τὴν Ἄζωτον ἐπὶ τοῖς δι᾽ αὐτοῦ γινομένοις θαύμασι, πολλοὶ συνέτρεχον πρὸς αὐτόν, καὶ ἦσαν θεραπευόμενοι ἀπὸ τῶν νοσημάτων αὐτῶν. πολλὰ δὲ καὶ δαιμόνια φυγαδευόμενα ἀπὸ τῶν ἀνθρώπων ἐβόων ὥσπερ μαστιζόμενα καὶ ἔλεγον ὅτι Καὶ ὧδε πάρει Φίλιππε, ἐντεῦθεν φυγαδεῦσαι ἡμᾶς; ἴδε, ὁμολογοῦμεν ἡττᾶσθαι διὰ τὸ ὄνομα τοῦ Ἰησοῦ. Ὡς οὖν ἦσαν οἱ ὄχλοι ἀτενίζοντες εἰς αὐτόν, οἳ μὲν ἔλεγον· Ἀληθῶς θεοῦ ἄνθρωπος· Ἄλλοι δὲ ἔλεγον· Τάχα μάγος ἐστί. Τινὲς δὲ καὶ ἐξεμυκτήριζον τοὺς λόγους αὐτοῦ. αἱ δὲ γυναῖκες τῶν πρώτων ἔλεγον· Ἀληθῶς πνεῦμα ἅγιον ἐν αὐτῷ καὶ τὰ λαλούμενα παρ᾽ αὐτοῦ καλά. Ἄλλαι δὲ ἔλεγον ὅτι Μάγος καὶ σκολιὸς ἄνθρωπος οὗτος, ὅτι διαχωρίζει τὰς συμβιώσεις· διδάσκει γὰρ ὅτι ἡ ἁγνεία ὁρᾷ τὸν θεόν; καὶ τὴν τεκνογονίαν ὀδύνην εἶναι λέγει.