Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.41
Not analysed yet
(5) Ὃ δὲ ταχέως ἐπορεύθη εἰς τὰς ἀποθήκας, καὶ ἐζήτει τὸν ξένον, καὶ εὑρὼν τὸν Φίλιππον καθήμενον εἶπεν· Σὺ εἶ ὁ ξένος ὁ ἐπιδημήσας τῇ πόλει ταύτῃ ἰατρός; Ἀποκριθεὶς δὲ ὁ Φίλιππος εἶπεν· Ἰησοῦς ἐστιν ὁ ἐμὸς ἰατρός, ὁ τῶν κρυπτῶν καὶ φανερῶν θεραπευτής· ἀπέρχομαι οὖν μετὰ σοῦ. Καὶ ἀναστὰς ὁ Φίλιππος εἰσῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ, καὶ εὗρεν τὴν θυγατέρα αὐτοῦ κλαίουσαν πικρῶς.