Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.40
Not analysed yet
(4) Ταῦτα δὲ λέγοντος τοῦ ἀποστόλου καὶ τούτων πλείονα Χαριτίνη ἡ θυγάτηρ τοῦ Νικοκλείδους, ἔχουσαν πληγὴν μεγάλην ἐν τῷ ὀφθαλμῷ αὐτῆς τῷ δεξιῷ, ἀκούουσα τοῦ ἀποστόλου, δι᾽ ὅλης τῆς νυκτὸς ἔκλαιεν· πρωίας δὲ γενομένης εἰσῆλθε πρὸς τὸν πατέρα αὐτῆς, καί φησι· Κύριέ μου καὶ γλυκύτατε πάτερ ἀτένισόν μοι καὶ πρόσσχες τῇ πληγῇ τοῦ ὀφθαλμοῦ μου πῶς ἐγὼ μυκτηρίζομαι, ὅτι αἱ συνήλικαί μου ἐπιγελῶσί μου, καὶ αἰσχύνομαι· καὶ οὐ φέρω τας ἀλγηδόνας. Καὶ λέγει αὐτῇ ὁ πατὴρ αὐτῆς· Ὦ ἀγαπητὴ ψυχή μου, ποῖον λοιπὸν ἰατρῶν εἰσαγάγω σοι; μὴ οὐκ εἰσήγαγον Λεύκιον τὸν τοῦ βασιλέως, καὶ ὅλου τοῦ παλατίου τοὺς ἰατρούς, ἀλλὰ καὶ Ἠλείδην τὸν τῆς βασιλίσσης εὐνοῦχον, καὶ τὴν Σολγίαν τὴν πρὸς χεῖρα τῆς βασιλίσσης, ἔχουσαν φάρμακα καὶ πᾶσαν θεραπείαν, καὶ οὐδεὶς ἠδυνήθη ἰάσασθαί σε; Ἣ δὲ εἶπεν· Οἶδα πάτερ, οἶδα ὅτι κέκμηκας σὺν ἐμοί· ὅπερ δὲ νῦν ἀξιῶ ποίησόν μοι. ἰδοὺ ἤκουσα ἐν τῇ νυκτὶ ταύτῃ ἰατροῦ τινος ξένου φωνὴν καὶ κηρύττοντος ξένα φάρμακα ἐν ταῖς ἀποθήκαις ταῖς σαῖς· ἐκεῖνος μόνος δύναταί με ἰάσασθαι. καὶ γὰρ ὡς ἤμην ἀκροωμένη αὐτοῦ ἄνεσιν πολλὴν τῶν πόνων ἐλάμβανον. διὸ παρακαλῶ πάτερ καὶ δέομαι, κάλεσόν μοι ἐκεῖνον · καὶ οἶδα ὅτι ἰαθήσομαι.