Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.50
Not analysed yet
(6) Λέγει οὖν ὁ Ἱρεὺς πρὸς τὸν Φίλιππον· Δοῦλε τοῦ θεοῦ, εἰ εὗρον χάριν ἐνώπιόν σου, εἴσελθε εἰς τὴν οἰκίαν μου, εἰ ἄξιός εἰμι, κἀγὼ ποιήσω αὐτὴν συναγωγὴν χριστιανῶν. Εἶπεν δὲ ὁ Φίλιππος αὐτῷ· Ἄπελθε πρῶτον εἰς τὴν οἰκίαν σου, καὶ καθάρισον αὐτήν. Ὃ δὲ Καὶ πῶς φησι κύριε καθαρίσω αὐτήν; Λέγει ὁ Φίλιππος· Μηδεμίαν ἀδικίαν ἐάσῃς, καὶ τῇ γυναικί σου ἀπόταξαι. Ἀκούσας δὲ ὁ Ἴρεος ἔδραμεν, καὶ ἦν θαυμάζων ὁ Φίλιππος. καὶ ὁ Ἴρεος ἔλεγεν πρὸς ἑαυτὸν ἐν τῇ καρδίᾳ αὐτοῦ· Γένοιτό μοι Ἰησοῦ κύριε καὶ ἕως θανάτου ὑπὲρ τοῦ σοῦ ἀποστόλου ἀγωνίσασθαι.