Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.51
Not analysed yet
(7) Ὡς δὲ εἰσῆλθεν εἰς τὴν ἑαυτοῦ οἰκίαν, λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἤκουσα ἄνερ καλὲ ὅτι ἐσκόρπισας τὴν βουλὴν τῶν ἱερέων καὶ Ἰουδαίων περί τινος ξένου μάγου ὀνόματι Φιλίππου. Ὃ δὲ εἶπεν αὐτῇ· Εἴθε γύναι ἄξιοι ὑπήρχομεν τοῦ ποιῆσαι τὴν οἰκίαν ἡμῶν τοῦ θεοῦ αὐτοῦ κατοικητήριον. Λέγει αὐτῷ· Οὐ θέλω αὐτὸν εἰσελθεῖν εἰς τὴν οἰκίαν μου, ὅτι ὡς ἔμαθον χωρίζει ἄνδρας καὶ γυναῖκας· ἀπελεύσομαι δὲ εἰς τὴν οἰκίαν τῶν γονέων μου, καὶ οὐκ ἀφήσω τὴν προῖκά μου εἰς τὴν οἰκίαν σου. ἀποσπάσω δὲ καὶ τοὺς δούλους μου οὓς προήγαγόν σοι, καὶ τὰς ἅβρας μου, σὺν πᾶσι τοῖς τέκνοις αὐτῶν. ἰδοὺ χρόνους εἴκοσι τέσσαρας συνέζησά σοι καὶ οὐκ ἀντεῖπόν σοι μικρὸν ἢ μέγα ῥῆμα. τί δὲ καὶ τὰ τέκνα σου ποιήσεις ἐὰν εἰσάγῃς τὸν μάγον ἐκεῖνον ὧδε; πάντως γὰρ καὶ θόρυβος πολὺς ἔσται τῆς πόλεως ἐν τῇ οἰκίᾳ σου.