Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.52
Not analysed yet
(8) Λέγει αὐτῇ ὁ Ἴρεος ἐν πρᾳότητι· Τί λυπῆσαι; μακροθύμησον μᾶλλον. πιστεύω γὰρ ὅτι καὶ σὺ αὐτὴ πιστεύσεις τῷ διὰ τοῦ ξένου κηρυττομένῳ θεῷ, ὅτι αὐτὸς κρείττων ἡμῖν ἐστιν ὑπὲρ τὸν μάταιον ἡμῖν πλοῦτον. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἀνάστηθι, φάγε καὶ πίε, καὶ γενοῦ εὐφραινόμενος· ἐμὲ γὰρ οὐ δύνασαι ἀπατῆσαι. Λέγει αὐτῇ· Καὶ ποῖον δίκαιον φαγεῖν με ἢ πιεῖν τοῦ ἀνθρώπου τοῦ θεοῦ πεινῶντος ἐν τῇ ἡμετέρᾳ πόλει; ὅνπερ ἐὰν ἴδῃς, πιστεύεις ὅτι ἅγιός ἐστι. κατάστειλον οὖν σεαυτὴν ἐκ τῆς ματαίας ἀπονοίας καὶ ἀπιστίας σου, ἵνα κἀγὼ ἀπαγγείλω σοι μέρος τι τῆς ἐν αὐτῷ ἐπιστήμης. γνῶθι οὖν ὦ γύναι ὅτι ἄνθρωπος θεοῦ ἐστι, καὶ ὅτι χάρις πολλὴ ἐν προσώπῳ αὐτοῦ, πρᾳότης δὲ καὶ ἁπλότης ἐν αὐτῷ.