Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.56
Not analysed yet
(12) Ἰδόντες δὲ τοῦτο οἱ ἄρχοντες καὶ τὸ πλῆθος ἐταράχθησαν ἅπαντες, καὶ ἔλεγον· Ἴδε πῶς ὁ μάγος ἀκολουθεῖ τῷ Ἰρέῳ· ἀλλὰ μὴ συγχωρήσωμεν. Καὶ ὡς ἔφθασεν ὁ Ἴρεος πρὸς τὸν πυλῶνα τῆς οἰκίας ἐβόησεν· Ἀνοίξατε τῷ ἀνθρώπῳ τοῦ θεοῦ. Καὶ ὁ θυρωρὸς ταχέως ἤνοιξεν, καὶ εἰσελθὼν ὁ Φίλιππος σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Ἔδραμεν δὲ ὁ Ἴρεος ὅπου ἡ γυνὴ αὐτοῦ ἦν ἐν τῷ κοιτῶνι αὐτῆς, καὶ εἶπεν αὐτῇ· Ἀνάστα, ἴδε τὴν χαρὰν ἡμῶν τῆν εἰσελθοῦσαν ἐν τῇ οἰκίᾳ ἡμῶν σήμερον· ἔκδυσαι δὲ ταῦτα τὰ ἱμάτια τὰ διάχρυσα, καὶ βάλε τὰ κοσμοῦντά σε εἰς ἀφθαρσίαν. Ἣ δὲ μετὰ θυμοῦ εἶπεν αὐτῷ· Ἀπόστα ἀπ᾽ ἐμοῦ· οὐδὲ γὰρ οἱ ἐκ τῆς οἰκίας μου εἶδόν ποτε τὸ πρόσωπόν μου ἁπλῶς· καὶ πῶς ξένῳ ἀνθρώπῳ ὀφθήσομαι;