Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.57
Not analysed yet
(13) Καὶ ὡς οὐκ ἐβούλετο ἐξελθεῖν, ἐκέλευσεν ὁ Ἴρεος τοῖς ἑαυτοῦ δούλοις βαστάσαι καθέδρας ποικίλας καὶ κεκοσμημένας ἐκ χρυσοῦ, καὶ θεῖναι πρὸ τοῦ πυλῶνος, ὅπως ὁ Φίλιππος καθίσῃ καὶ οἱ σὺν αὐτῷ. ὡς δὲ εἶδεν ὁ Φίλιππος, εἶπεν τοῖς οἰκέταις· Ἄρατε αὐτάς, οὐ γὰρ ἐπ᾽ αὐταῖς καθίσομεν. Καὶ ὁ Ἴρεος Μή μέ φησι διδάσκαλε λύπει. Καὶ ὁ Φίλιππος Ἐγώ φησιν οὐ λυπῶ οὐδένα, ἀλλὰ πάντας ἀναπαύω· περὶ χρυσοῦ δὲ καὶ ἀργύρου ὅλως οὐκ ἔστι μοι χρεία, ὅτι ταῦτα μάταια, καὶ πυρὶ ἀναλωθήσονται. καὶ τί ὄφελος ἀνθρώπῳ ὅτι κοσμεῖ ἑαυτὸν ἱματισμῷ καὶ χρυσῷ, τῆς ψυχῆς αὐτοῦ μελλούσης ἐν πυρὶ χειμάζεσθαι; ἢ τί ὄφελος ὡραιότης; ὅτι φθείρεται κάλλος καὶ ὁ ἐν τῷ κόσμῳ πλοῦτος οὐχ ὑπάρξει.