Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg2948.tlg001.1st1K-grc1
Acta Philippi, Πράξεις τοῦ ἁγίου καὶ πανευφήμου ἀποστόλου Φιλίππου 1.59
Not analysed yet
(15) Καὶ ὡς ταῦτα ἔλεγον, Ἀρτεμήλα ἡ θυγάτηρ αὐτῶν ἀκούσασα ταῦτα εἶπεν· Ὦ μῆτερ, τί ταῦτα λέγεις; εἰ γάρ τίς ἐστι ζωὴ εἰς ἣν εἰσελεύσῃ σὺ καὶ ὁ πατήρ μου, δῆλον ὅτι κἀγὼ αὐτης βούλομαι μετασχεῖν. Ἦν δὲ ἡ Ἀρτεμήλα σφόδρα ὡραία. Καὶ λέγει αὐτῇ ἡ μήτηρ αὐτῆς Νερκέλα· Ἀνάστα ὦ θύγατερ καὶ ἔκδυσαι τοῦτο τὸ πολύχρυσον ἔνδυμα ὃ φορεῖς. Ἣ δὲ εἶπεν· Τὸ θέλημα τοῦ θεοῦ τοῦ ξένου ἔσται ἐν παντί. Λέγει πάλιν ὁ Ἴρεος τῇ γυναικὶ αὐτοῦ Νερκέλᾳ· Ἐξέλθωμεν πρὸς αὐτόν· ἐὰν γὰρ ἴδῃς αὐτόν, πᾶσα ἡ οἰκία ἡμῶν πιστεύει εἰς αὐτόν.